The Sick Healed at Evening

Synopsis #38

Responsive image

Christ Healing the Sick, modern Orthodox Icon

Matthew 8:16-17

Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν

 

Word Count: 36

Mark 1:32-34

Ὀψίας δὲ γενομένης ὅτε ἔδυ ἥλιος ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους καὶ ἦν ὅλη πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν

 

Word Count: 46

Luke 4:40-41

Δύνοντος δὲ τοῦ ἡλίου ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κραυγάζοντα καὶ λέγοντα ὅτι σὺ εἶ υἱὸς τοῦ θεοῦ καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι

 

Word Count: 52

John -



 

Word Count:

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 25 23
Unique Mark 24 21
Unique Luke 39 35
Matthew and Mark 9 9
Mark and Luke 11 13
Matthew and Luke 0 1
Triple 2 3
Total Words 134