The Man with the Withered Hand

Synopsis #47

Responsive image

Christ Heals the Man with a Withered Hand, ca. 1180, [mosaic], Cathedral of Monreale, Palermo

Matthew 12:9-14

9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν 10 καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες εἰ ἔξεστιν τοῖς σάββασιν θεραπεῦσαι ἵνα κατηγορήσωσιν αὐτοῦ 11 δὲ εἶπεν αὐτοῖς τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἓν καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ 12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν 13 τότε λέγει τῷ ἀνθρώπῳ ἔκτεινόν σου τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἄλλη 14 Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν

 

Word Count: 90

Mark 3:1-6

1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα 2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ 3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν ξηρὰν χεῖρα ἔχοντι ἔγειρε εἰς τὸ μέσον 4 καὶ λέγει αὐτοῖς ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀποκτεῖναι οἱ δὲ ἐσιώπων 5 καὶ περιβλεψάμενος αὐτοὺς μετ ὀργῆς συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ ἔκτεινον τὴν χεῖρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ 6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν

 

Word Count: 95

Luke 6:6-11

6 Ἐγένετο δὲ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν καὶ ἦν ἄνθρωπος ἐκεῖ καὶ χεὶρ αὐτοῦ δεξιὰ ἦν ξηρά 7 παρετηροῦντο δὲ αὐτὸν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύει ἵνα εὕρωσιν κατηγορεῖν αὐτοῦ 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν εἶπεν δὲ τῷ ἀνδρὶ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον καὶ ἀναστὰς ἔστη 9 εἶπεν δὲ Ἰησοῦς πρὸς αὐτούς ἐπερωτῶ ὑμᾶς εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀπολέσαι 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ ἔκτεινον τὴν χεῖρά σου δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ

 

Word Count: 115

John -



 

Word Count: 0

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 50 45
Unique Mark 35 24
Unique Luke 76 57
Matthew and Mark 23 15
Mark and Luke 22 28
Matthew and Luke 2 2
Triple 15 28
Total Words 300