On Following Jesus

Synopsis #89

Responsive image

Stanely Spencer, 1939, The Foxes have Holes, [oil on canvas], Art Gallery of Western Autralia, Perth

Matthew 8:18-22

18 Ἰδὼν δὲ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν 19 καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ 20 καὶ λέγει αὐτῷ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ 21 ἕτερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου 22 δὲ Ἰησοῦς λέγει αὐτῷ ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς

 

Word Count: 82

Mark -



 

Word Count: 0

Luke 9:57-62

57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ 58 καὶ εἶπεν αὐτῷ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ 59 Εἶπεν δὲ πρὸς ἕτερον ἀκολούθει μοι δὲ εἶπεν κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου 60 εἶπεν δὲ αὐτῷ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ 61 Εἶπεν δὲ καὶ ἕτερος ἀκολουθήσω σοι κύριε πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου 62 εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ

 

Word Count: 117

John -



 

Word Count: 0

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 32 27
Unique Mark 0 0
Unique Luke 67 62
Matthew and Mark 0 0
Mark and Luke 0 0
Matthew and Luke 50 55
Triple 0 0
Total Words 199