John's Messianic Preaching

Synopsis #16

Responsive image

John Announces the Coming of Christ, ca. 1240-1310, Baptistery of St. John, Florence, Italy. Photo by: Genevra Kornbluth

Matthew 3:11-12

11 Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί 12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ



Word Count: 57

Mark 1:7-8

7 Καὶ ἐκήρυσσεν λέγων ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ 8 ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ



Word Count: 31

Luke 3:15-18

15 Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου μήποτε αὐτὸς εἴη χριστός 16 ἀπεκρίνατο λέγων πᾶσιν Ἰωάννης ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς ἔρχεται δὲ ἰσχυρότερός μου οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί 17 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ 18 Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν



Word Count: 86

John 1:24-28

24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ προφήτης 26 ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε 27 ὀπίσω μου ἐρχόμενος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος 28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν Ἰωάννης βαπτίζων



Word Count: 70

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 11 7
Unique Mark 5 4
Unique Luke 34 32
Matthew and Mark 2 2
Mark and Luke 8 6
Matthew and Luke 28 29
Triple 16 19
Total Words 174