The Imprisonment of John

Synopsis #17

Responsive image

John in Prison, ca. 1240-1310, Baptistery of St. John, Florence, Italy. Photo by: Genevra Kornbluth

Matthew 14:3-4

3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ 4 ἔλεγεν γὰρ ὁ Ἰωάννης αὐτῷ οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν



Word Count: 30

Mark 6:17-18

17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν 18 ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου



Word Count: 40

Luke 3:19-20

19 Ὁ δὲ Ἡρῴδης ὁ τετραάρχης ἐλεγχόμενος ὑπ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης 20 προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν καὶ κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ



Word Count: 34

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 4 4
Unique Mark 14 14
Unique Luke 25 22
Matthew and Mark 17 14
Mark and Luke 0 0
Matthew and Luke 0 0
Triple 9 12
Total Words 104