The Baptism of Jesus

Synopsis #18

Responsive image

The Baptism of Christ, Pietro Perugino, ca. 1497. Musée des Beaux-Arts de Rouen

Matthew 3:13-17

13 Τότε παραγίνεται Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ αὐτοῦ 14 δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι καὶ σὺ ἔρχῃ πρός με 15 ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτόν ἄφες ἄρτι οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην τότε ἀφίησιν αὐτόν 16 βαπτισθεὶς δὲ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ αὐτόν 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα οὗτός ἐστιν υἱός μου ἀγαπητός ἐν εὐδόκησα



Word Count: 99

Mark 1:9-11

9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου 10 καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ὡς περιστερὰν καταβαῖνον εἰς αὐτόν 11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν σὺ εἶ υἱός μου ἀγαπητός ἐν σοὶ εὐδόκησα



Word Count: 53

Luke 3:21-22

21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ αὐτόν καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι σὺ εἶ υἱός μου ἀγαπητός ἐν σοὶ εὐδόκησα



Word Count: 43

John 1:29-34

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει ἴδε ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου 30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ αὐτόν 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν ἀλλ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν ἐφ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ αὐτόν οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ



Word Count: 115

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 69 58
Unique Mark 19 11
Unique Luke 22 10
Matthew and Mark 15 14
Mark and Luke 6 6
Matthew and Luke 2 5
Triple 13 22
Total Words 195