The Temptation

Synopsis #20

Responsive image

"The Temptations of Christ," 12th-century mosaic at St Mark's Basilica, Venice

Matthew 4 : 1 - 11

1 Τότε Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου 2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν 3 καὶ προσελθὼν πειράζων εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται 4 δὲ ἀποκριθεὶς εἶπεν γέγραπται οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ἀλλ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ 5 Τότε παραλαμβάνει αὐτὸν διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ 6 καὶ λέγει αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν κάτω γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου 7 ἔφη αὐτῷ Ἰησοῦς πάλιν γέγραπται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου 8 Πάλιν παραλαμβάνει αὐτὸν διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9 καὶ εἶπεν αὐτῷ ταῦτά σοι πάντα δώσω ἐὰν πεσὼν προσκυνήσῃς μοι 10 τότε λέγει αὐτῷ Ἰησοῦς ὕπαγε σατανᾶ γέγραπται γάρ κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις 11 Τότε ἀφίησιν αὐτὸν διάβολος καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ

 

Word Count: 184

Mark 1 : 12 - 13

12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον 13 καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ

 

Word Count: 30

Luke 4 : 1 - 13

1 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ 2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν 3 εἶπεν δὲ αὐτῷ διάβολος εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος 4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν Ἰησοῦς γέγραπται ὅτι οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος 5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου 6 καὶ εἶπεν αὐτῷ διάβολος σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παραδέδοται καὶ ἐὰν θέλω δίδωμι αὐτήν 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ ἔσται σοῦ πᾶσα 8 καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ γέγραπται κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις 9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν ἐντεῦθεν κάτω 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι εἴρηται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου 13 Καὶ συντελέσας πάντα πειρασμὸν διάβολος ἀπέστη ἀπ αὐτοῦ ἄχρι καιροῦ

 

Word Count: 203

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 76 59
Unique Mark 19 15
Unique Luke 101 83
Matthew and Mark 7 5
Mark and Luke 1 0
Matthew and Luke 99 110
Triple 3 10
Total Words 417