The Beelzebub Controversy

Synopsis #188

Responsive image

The Blind and Mute Man Possessed by Devils (Le démoniaque aveugle et muet) by James Tissot

Matthew 12:22-30

22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός καὶ ἐθεράπευσεν αὐτόν ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν 23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον μήτι οὗτός ἐστιν υἱὸς Δαυίδ 24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων 25 Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς πᾶσα βασιλεία μερισθεῖσα καθ ἑαυτῆς ἐρημοῦται καὶ πᾶσα πόλις οἰκία μερισθεῖσα καθ ἑαυτῆς οὐ σταθήσεται 26 καὶ εἰ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει ἐφ ἑαυτὸν ἐμερίσθη πῶς οὖν σταθήσεται βασιλεία αὐτοῦ 27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν 28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ ὑμᾶς βασιλεία τοῦ θεοῦ 29 πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει 30 μὴ ὢν μετ ἐμοῦ κατ ἐμοῦ ἐστιν καὶ μὴ συνάγων μετ ἐμοῦ σκορπίζει

 

Word Count: 165

Mark 3:22-27

22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια 23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν 24 καὶ ἐὰν βασιλεία ἐφ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι βασιλεία ἐκείνη 25 καὶ ἐὰν οἰκία ἐφ ἑαυτὴν μερισθῇ οὐ δυνήσεται οἰκία ἐκείνη σταθῆναι 26 καὶ εἰ σατανᾶς ἀνέστη ἐφ ἑαυτὸν καὶ ἐμερίσθη οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει 27 ἀλλ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει

 

Word Count: 98

Luke 11:14-23

14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν κωφὸς καὶ ἐθαύμασαν οἱ ὄχλοι 15 τινὲς δὲ ἐξ αὐτῶν εἶπον ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια 16 ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ αὐτοῦ 17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς πᾶσα βασιλεία ἐφ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται καὶ οἶκος ἐπὶ οἶκον πίπτει 18 εἰ δὲ καὶ σατανᾶς ἐφ ἑαυτὸν διεμερίσθη πῶς σταθήσεται βασιλεία αὐτοῦ ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται 20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια ἄρα ἔφθασεν ἐφ ὑμᾶς βασιλεία τοῦ θεοῦ 21 ὅταν ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ 22 ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ ἐπεποίθει καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν 23 μὴ ὢν μετ ἐμοῦ κατ ἐμοῦ ἐστιν καὶ μὴ συνάγων μετ ἐμοῦ σκορπίζει

 

Word Count: 168

John -



 

Word Count:

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 59 45
Unique Mark 55 45
Unique Luke 84 72
Matthew and Mark 24 25
Mark and Luke 2 1
Matthew and Luke 65 68
Triple 17 27
Total Words 431