The Rich Young Man

Synopsis #254

Responsive image

Heinrich Hofmann, 1889, Christ and the Rich Young Ruler, Riverside Church, New York

Matthew 19:16-22

16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον 17 δὲ εἶπεν αὐτῷ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ εἷς ἐστιν ἀγαθός εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν τήρησον τὰς ἐντολάς 18 Λέγει αὐτῷ ποίας δὲ Ἰησοῦς εἶπεν τὸ οὐ φονεύσεις οὐ μοιχεύσεις οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 20 λέγει αὐτῷ νεανίσκος πάντα ταῦτα ἐφύλαξα τί ἔτι ὑστερῶ 21 ἔφη αὐτῷ Ἰησοῦς εἰ θέλεις τέλειος εἶναι ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι 22 ἀκούσας δὲ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

 

Word Count: 116

Mark 10:17-22

17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω 18 δὲ Ἰησοῦς εἶπεν αὐτῷ τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός 19 τὰς ἐντολὰς οἶδας μὴ φονεύσῃς μὴ μοιχεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς μὴ ἀποστερήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα 20 δὲ ἔφη αὐτῷ διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου 21 δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ἕν σε ὑστερεῖ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι 22 δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

 

Word Count: 110

Luke 18:18-23

18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων διδάσκαλε ἀγαθέ τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω 19 εἶπεν δὲ αὐτῷ Ἰησοῦς τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός 20 τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα 21 δὲ εἶπεν ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος 22 ἀκούσας δὲ Ἰησοῦς εἶπεν αὐτῷ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι 23 δὲ ἀκούσας ταῦτα περίλυπος ἐγενήθη ἦν γὰρ πλούσιος σφόδρα

 

Word Count: 92

John -



 

Word Count: 0

Word Count (Text) Word Count (Lemma)
Unique Matthew 61 45
Unique Mark 29 21
Unique Luke 19 11
Matthew and Mark 11 10
Mark and Luke 29 20
Matthew and Luke 3 2
Triple 41 59
Total Words 318